ΟΙ
ΕΛΛΗΝΕΣ ΣΤΟΝ ΟΜΗΡΟΝ
Αθήνησιν: 14-10-2016 Ευκλείδης ο Αθηναίος

Homerus
Epic., Ilias
Book 2, line 530
> Λοκρῶν δ' ἡγεμόνευεν
Ὀϊλῆος ταχὺς
Αἴας
⸖
μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος
Αἴας
— ἀλλὰ πολὺ
μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
— ἐγχείῃ δ' ἐκέκαστο
Πανέλληνας
καὶ Ἀχαιούς·
…………………………………………………………………………………….
Aristonicus Gramm., De signis Iliadis
Book of Iliad 2, verse in book h529-30, line of scholion
2
A.
<ἀλλὰ πολὺ μείων, ὀλίγος μὲν ἔην, λινοθώρηξ,
ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς>.
……………………………………………………………………………………..
Eustathius Philol., Scr. Eccl., Commentarii ad Homeri Iliadem
Volume 1, page 424, line 26
οἱ Ἕλληνες
γὰρ χαλκοχίτωνες· ἀλλὰ καὶ διὰ τὸ Πανέλληνας· οὐ γὰρ λέγει, φησίν, Ἕλληνας
ὁ ποιητής, ἀλλ' Ἀργείους, Δαναούς, Ἀχαιούς· διότι οὐδὲ Ἑλλάδα, φησί,
λέγει τὴν οἰκουμένην ὑπὸ Ἑλλήνων χώραν, ἀλλὰ μίαν τινὰ πόλιν Θετταλικὴν
καὶ τοὺς ἐκεῖθεν Ἕλληνας, ὡς κατωτέρω δηλωθήσεται.
…………………………………………………………………………………….
Aelius Herodianus et
Pseudo-Herodianus Gramm., Rhet., De prosodia catholica
Part+volume 3,1, page 16, line 15
Τὰ εἰς <ην> ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰς <ην> βαρύνεται
3,1.16.15
οἷον <Ἕλλην φιλέλλην, Πανέλληνες> ὡς Παναχαιοί ἀπὸ μέρους τὸ πᾶν ὡς παρὰ τῷ ποιητῇ «Λέλεγας καὶ Τρῶας ἀναίρειν» (Il. 20, 96).
Ἕλληνες γὰρ παρ' αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑλλάδα κατοικοῦντες «Μυρμιδόνες δὲ καλεῦνται καὶ Ἕλληνες καὶ Ἀχαιοί» (Il. 2, 684),
………………………………………………………………………………………
Strabo Geogr., Geographica
Book 8, chapter 6, section 6, line 8
8.6.6.1
Περὶ δὲ τῆς Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλή-
νων ἀντιλέγεται.
Θουκυδίδης μὲν γὰρ
τὸν ποιητὴν
μηδαμοῦ βαρβάρους εἰπεῖν
φησι διὰ τὸ μηδὲ Ἕλληνάς
πω τὸ ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι. καὶ Ἀπολ-
8.6.6.5
λόδωρος δὲ μόνους τοὺς
ἐν Θετταλίᾳ καλεῖσθαί φησιν
Ἕλληνας “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες.”
Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλλη-
νας λεγομένους τοὺς σύμπαντας καὶ Πανέλληνας, τὸν
μὲν περὶ τῶν Προιτίδων λέγοντα ὡς Πανέλληνες ἐμνή-
8.6.6.10
στευον αὐτάς, τὸν δὲ “ὡς Πανελλήνων ὀιζὺς
ἐς Θά-
σον συνέδραμεν.”
ἄλλοι δ' ἀντιτιθέασιν
ὅτι καὶ βαρ-
βάρους εἴρηκεν, εἰπών γε βαρβαροφώνους τοὺς Κᾶ-
ρας, καὶ
Ἕλληνας τοὺς
πάντας “ἀνδρός, τοῦ
κλέος
“εὐρὺ καθ' Ἑλλάδα
καὶ μέσον Ἄργος·”
καὶ πάλιν “εἰ
8.6.6.15
“δ' ἐθέλῃς [τραφθῆναι]
ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος.”
8.6.7.1
Ἡ
μὲν οὖν πόλις
ἡ τῶν Ἀργείων
ἐν χωρίοις ἐπι-
πέδοις ἵδρυται
τὸ πλέον, ἄκραν
δ' ἔχει τὴν καλουμένην
Λάρισαν, λόφον εὐερκῆ μετρίως ἔχοντα
ἱερὸν Διός·
ῥεῖ δ' αὐτῆς
πλησίον ὁ Ἴναχος χαραδρώδης
ποταμὸς
8.6.7.5
τὰς πηγὰς
ἔχων ἐκ Λυρκείου.
<ὀϊζυρός> ἐπίπονος,
καὶ <ὀϊζύς> ἡ κακοπάθεια.
………………………………………………………..
Apollodorus Gramm., Fragmenta
Fragment 172, line 1
172.1
Strabo VIII: Περὶ δὲ τῆ
172.2
Ἑλλάδος καὶ Ἑλλήνων
καὶ Πανελλήνων ἀντιλέγε-
ται. ... Ἀπολλόδωρος δὲ
μόνους τοὺς ἐν τῇ Θετταλίᾳ
καλεῖσθαι φησὶν Ἕλληνας
(Il. Β, 684)·
172.5
Μυρμιδόνες
δ' ἐκαλοῦντο καὶ
Ἕλληνες.
Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλ-
ληνας λέγεσθαι τοὺς σύμπαντας καὶ Πανέλληνας· τὸν
μὲν περὶ
Προιτίδων λέγοντα, ὡς
«Πανέλληνες ἐμνή-
στευον αὐτὰς,»
τὸν δὲ, ὡς «Πανελλήνων ὀϊζὺς ἐν
172.10
Θάσον συνέδραμεν.»
………………………………………………………
Stephanus Gramm., Ethnica (epitome)
Page 500, line 1
500.1
<Πανέλληνες,> ὡς Παναχαιοί, ἀπὸ μέρους
τὸ πᾶν, ὡς
παρὰ τῷ ποιητῇ [ὡς] “Λέλεγας καὶ Τρῶας ἐναίρειν”. Ἕλληνες γὰρ παρ' αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑλλάδα κατοικοῦντες.
“Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί”.
………………………………………………………..
Eustathius Philol., Scr. Eccl., Commentarii ad Homeri Iliadem
Volume 1, page 410, line 17
ὥστε κατὰ τοῦτον οὐ μόνον Κορώνη ἐν τρισὶ συλλαβαῖς ἡ Μεσσηνιακή, ἀλλ'
ἰδοὺ καὶ Κορώνεια. Ὅρα δὲ τὸ Παμβοιώτια· Ἑορτὴ γὰρ ἦν κοινὴ πάντων
1.410.15
Βοιωτῶν, ὥσπερ καὶ ἡ τῶν Ἰώνων πάντων Πανιώνια, ὅμοιον καὶ τὸ Παναθήναια. ἐξ Ὁμήρου δὲ τῶν τοιούτων ἡ ἀρχὴ εἰπόντος Παναχαιοί, οὗ παράφρασις
1.410.17
τὸ Πανελλήνιον. Ἁλίαρτος δὲ ἀρσενικῶς λέγεται κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα,
κτισθεὶς ὑπὸ Ἁλιάρτου, υἱοῦ Θερσάνδρου. γράφεται δέ, φησί, καὶ Ἀρίαρτος.
………………………………………………………..
Eustathius Philol., Scr. Eccl., Commentarii ad Homeri Iliadem
Volume 1, page 424, line 26
οἱ Ἕλληνες
1.424.26
γὰρ χαλκοχίτωνες· ἀλλὰ καὶ διὰ τὸ Πανέλληνας· οὐ γὰρ λέγει, φησίν, Ἕλληνας ὁ ποιητής, ἀλλ' Ἀργείους, Δαναούς, Ἀχαιούς· διότι οὐδὲ Ἑλλάδα, φησί,
λέγει τὴν οἰκουμένην ὑπὸ Ἑλλήνων χώραν, ἀλλὰ μίαν τινὰ πόλιν Θετταλικὴν καὶ τοὺς ἐκεῖθεν Ἕλληνας, ὡς κατωτέρω δηλωθήσεται. οἱ δὲ τὸν ῥηθέντα Ζη-
1.424.30
νόδοτον μεμφόμενοι ἐφ' οἷς, ὡς εἴρηται, ἠθέτηκε, φασὶ πρὸς ἄλλοις καὶ ἀναγκαῖον εἶναι τὸ χωρίον. ποιότητα γὰρ προσώπων δηλοῖ καὶ προσυνίστησιν, ὅτι ἥττων τοῦ Σαλαμινίου τὸ μέγεθός ἐστιν ὁ Λοκρός. (v. 527) Τὸ δὲ Ὀϊλεύς ψιλωτέον κατὰ τὴν ἄρχουσαν ὡς ἓν μέρος λόγου κατὰ τὸν Ὅμηρον. Ἡσίοδος δέ, φασί, καὶ Στησίχορος διχῶς αὐτὸ προάγει· οὐ γὰρ μόνον τρισυλλάβως
1.425.1
Ὀϊλεύς, ἀλλὰ καὶ δισυλλάβως Ἰλεύς. τοῦτο δὲ καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων, οἳ καὶ δασύνουσιν ἐνταῦθα τὸ «ὁ Ἰλῆος ταχὺς Αἴας», ὡς ἄρθρου ὄντος τοῦ <ο>,
ἵνα λέγῃ, ὅτι ὁ τοῦ Ἰλῆος Αἴας. τοῦτο δὲ οὐχ' Ὁμηρικόν, εἴ τις ἐπὶ νοῦν λάβοι τὸ «οὐδ' ἂρ Οἰληϊάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο». (v. 530) Τὸ Πανέλ-
1.425.5
ληνας δὲ οὐ κατὰ Ζηνόδοτον ἀλλ' Ὁμηρικῶς ἑρμηνευτέον κατὰ τοὺς παλαιοὺς λέγοντας τὸ Πανέλληνας καὶ Ἀχαιούς ἀντὶ τοῦ Θεσσαλοὺς καὶ Ἀργείους, ἵνα ἀντιδιαιρῇ τοῖς ὅλοις Ἀργείοις τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ, λεγομένους ἰδίως Ἕλληνας κατά τινα ἐξοχήν. καὶ ταῦτα μὲν τοιαῦτα.
…………………………………………………………………………………
Etymologicum Symeonis, Etymologicum Symeonis (α – ἁμωσγέπως) Volume 1,
page 204, line 19
1.204.14
<ἄκαστος> (Eur. Alc. 732)· ὁ υἱὸς – 2 Εὐριπίδης
1.204.15
(l. c. 732 – 733)·
ἦ τ' ἄρ' Ἄκαστος οὐκ ἔστ' ἐν ἀνδράσι
εἰ μή σ' ἀδελφῆς
αἷμα τιμωρήσεται.
παρὰ τὸ κάζω ῥῆμα, τὸ κοσμῶ (Β
530)·
1.204.19
ἐνθ' ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς,
…………………………………………………………
Book of Iliad
9, verse 395, line of scholion 1
9.395.1
<Ἀν' Ἑλλάδα τε, Φθίην τε.> Ἀρίσταρ-
χος παρ' Ὁμήρῳ
Θεσσαλίαν μόνην τὴν
Ἑλλάδα φησὶν
εἶναι, καὶ Ἕλληνας τοὺς
Θετταλοὺς, παρακολουθῶν
Θουκυδίδῃ.
9.395.5
Καὶ ἀθετεῖ
τὸν στίχον τοῦτον· Ἐγχείῃ
9.395.6
δ' ἐκέκαστο Πανέλληνας καὶ Ἀχαίους.
Καὶ ἐκεῖ
δὲ πάλιν τὴν Θετταλίαν ἀκού-
ει· Φεῦγον ἔπειτ' ἀπάνευθε δι' Ἑλλάδος
εὐρυχόροιο.
…………………………………………………………………………………
ΣΥΜΠΕΡΑΣΜΑ
Στα
Ομηρικά Πανέλληνες είναι οι Θεσσαλοί (σύμμαχοι του
Αχιλλέα βασιλιά της Φθίας) και Αχαιοί (σύμμαχοι του Αγαμέμνονα βασιλιά των Μυκινών).
Εξαιρετικά
Έλληνες είναι οι Μυρμιδόνες του Αχιλλέα και Αργείοι ο στρατός του Αγαμέμνωνα.
To «Έλληνες» γενικεύθηκε μετά την κάθοδο
των Δωριέων όταν ανακατεύθηκαν οι φυλές των Δαναών
(Προελλήνων).